Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.307 Joseph. AJ 11.313 (English) >>Joseph. AJ 11.318

11.311καὶ ταῦτα ποιήσειν ἐπαγγελλομένου μετὰ τῆς Δαρείου γνώμης τοῦ βασιλέως, ἐπαρθεὶς ταῖς ὑποσχέσεσιν Μανασσῆς παρέμενεν τῷ Σαναβαλλέτῃ τὴν ἀρχιερωσύνην οἰόμενος ἕξειν Δαρείου δόντος· καὶ γὰρ συνέβαινεν τὸν Σαναβαλλέτην ἤδη πρεσβύτερον εἶναι. 11.312πολλῶν δὲ ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐπιπεπλεγμένων κατεῖχεν οὐ μικρὰ ταραχὴ τοὺς Ἱεροσολυμίτας· ἀφίσταντο γὰρ ἅπαντες πρὸς τὸν Μανασσῆν τοῦ Σαναβαλλέτου χορηγοῦντος αὐτοῖς καὶ χρήματα καὶ χώραν εἰς γεωργίαν καὶ κατοίκησιν ἀπομερίζοντος καὶ παντὶ τρόπῳ τῷ γαμβρῷ συμφιλοκαλοῦντος. 11.313

Κατὰ δὲ τοῦτον τὸν καιρὸν Δαρεῖος ἀκούσας, ὅτι τὸν Ἑλλήσποντον διαβὰς Ἀλέξανδρος καὶ τοὺς σατράπας αὐτοῦ τῇ κατὰ Γράνικον μάχῃ κρατήσας προσωτέρω χωρεῖ, στρατιὰν ἱππικήν τε καὶ πεζικὴν συνήθροιζεν ἀπαντῆσαι διαγνοὺς τοῖς Μακεδόσιν πρὶν πᾶσαν αὐτοὺς ἐπιόντας καταστρέψασθαι τὴν Ἀσίαν. 11.314περαιωσάμενος οὖν τὸν Εὐφράτην ποταμὸν καὶ τὸν Ταῦρον τὸ Κιλίκιον ὄρος ὑπερελθὼν ἐν Ἰσσῷ τῆς Κιλικίας τοὺς πολεμίους ὡς ἐκεῖ μαχησόμενος αὐτοῖς ἐξεδέχετο. 11.315ἡσθεὶς δὲ τῇ Δαρείου καταβάσει Σαναβαλλέτης εὐθὺς ἔλεγεν τῷ Μανασσῇ τὰς ὑποσχέσεις τελέσειν, ὡς ἂν Δαρεῖος κρατήσας τῶν πολεμίων ὑποστρέψῃ· πέπειστο γὰρ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Ἀσίᾳ μηδʼ εἰς χεῖρας τοῖς Πέρσαις ἥξειν τοὺς Μακεδόνας διὰ τὸ πλῆθος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.307 Joseph. AJ 11.313 (English) >>Joseph. AJ 11.318

Powered by PhiloLogic